Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.152 Joseph. AJ 19.159 (English) >>Joseph. AJ 19.163

19.157

Ἤδη δὲ καὶ τὸ θέατρον ἐξανίστατο τῶν φυλακῶν αἳ τὸ κατʼ ἀρχὰς πάνυ πικραὶ ἐγένοντο ὑπανεισῶν. αἰτία δʼ ἦν τοῦ προθύμως καὶ διαφευξομένου τῶν θεωρῶν Ἀλκύων ἰατρός, συναρπασθεὶς μὲν ὡς ἐπὶ θεραπείᾳ τινῶν τραυματιῶν, ἐκπέμψας δὲ τοὺς συνόντας λόγῳ μὲν ὡς καὶ μετελευσομένους ὁπόσα εἰς τὴν ἴασιν τοῖς τραυματίαις πρόσφορα, τὸ δʼ ἀληθὲς ὡς πείσοιντο κινδύνου τοῦ κατειληφότος. 19.158ἐν τούτῳ δὲ βουλῆς τε γίνεται σύνοδος καὶ δῆμος ᾗπερ καὶ εἰώθασιν ἐκκλησιάζειν ἐπὶ τῆς ἀγορᾶς καταστὰς ἐν ζητήσει τῶν σφαγέων τῶν Γαΐου ἦσαν, μὲν δῆμος καὶ πάνυ ἐκθύμως, δοκεῖν δὲ καὶ βουλή. 19.159καὶ ἦν γὰρ Ἀσιατικὸς Οὐαλέριος ὑπατικὸς ἀνήρ, οὗτος ἐπὶ τὸν δῆμον καταστάς, θορυβούντων καὶ δεινὸν τιθεμένων τὸ ἔτι λανθάνον τῶν τὸν αὐτοκράτορα ἀπεκτονότων, ἐπεὶ προθύμως πάντες αὐτὸν ἤροντο, τίς πράξας τυγχάνει, “εἴθε γὰρ ἔγωγεφησί. 19.160καὶ προύθεσαν δὲ καὶ οἱ ὕπατοι διάγραμμα Γαΐου μὲν κατηγορίας ποιούμενοι, κελεύοντες δὲ τῷ τε δήμῳ καὶ τοῖς στρατιώταις ἐπὶ τὰ αὐτῶν ἀπιέναι, τῷ μὲν δήμῳ πολλὴν ἀνέσεως ἐπαγγελλόμενοι ἐλπίδα, τῷ στρατιωτικῷ δὲ τιμῶν, εἰ ἐν κόσμῳ μείνειαν τῷ εἰωθότι μηδὲν ὑβρίζειν ἐξαγόμενοι· δέος γὰρ ἦν, μὴ ἐξαγριωσάντων ἀπολαύσειεν τοῦ κακοῦ πόλις καθʼ ἁρπαγὰς αὐτῶν καὶ συλήσεις τῶν ἱερῶν τρεπομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.152 Joseph. AJ 19.159 (English) >>Joseph. AJ 19.163

Powered by PhiloLogic